Τίς δὲ ἡ ἀπόδειξις, ὅτι τὸ σῶμα τῆς Θεοτόκου ἀδιάφθορον ἐν τῷ τάφῳ διέμεινε;
Βεβαιοῖ ὁ Πατριάρχης Ἱερολύμων Ἰουβενάλιος· οὗτος γὰρ ἐν τῷ καιρῷ τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης Συνόδου (ἐν ἔτει 451) ἐρωτήθη περὶ τοῦ Σώματος τῆς Παρθένου ὑπὸ τῆς Βασιλίσσης Πουλχερίας, ἥτις ναὸν οἰκοδομήσασα ἐν Κωνσταντινουπόλει εἰς ὄνομα τῆς Θεοτόκου, ἐζήτει νὰ θησαυρίσῃ ἐν αὐτῷ τὸ σῶμα τῆς Θεομήτορος· ὅθεν οὕτως ἀπεκρίθη ὁ θεῖος Ἰουβενάλιος·
«Ἐξ ἀρχαίας καὶ ἀληθέστατης παραδόσεως παρελήφαμεν, ὅτι ἐν τῷ καιρῷ τῆς ἐνδόξου αὐτῆς Κοιμήσεως... τὸ θεοδόχον αὐτῆς σῶμα μετ᾿ Ἀγγελικῆς καὶ Ἀποστολικῆς ὑμνῳδίας ἐκκομισθὲν καὶ κηδευθέν, ἐν σορῷ τῆς Γεθσημανῆς κατετέθη ἐν ᾧ τόπῳ ἐπὶ τρεῖς ἡμέρας ἡ τῶν Ἀγγέλων χοροστασία καὶ ὑμνῳδία διέμεινεν ἄπαυστος, μετὰ δὲ τρίτην ἡμέραν, τῆς Ἀγγελικῆς ὑμνῳδίας παυσαμένης, παρόντες οἱ Ἀπόστολοι, ἑνὸς αὐτῶν ἀπολειφθέντος, καὶ μετὰ τὴν τρίτην ἐλθόντος, καὶ τὸ θεοδόχον σῶμα προσκυνῆσαι βουληθέντος, ἤνοιξαν τὴν σορόν, καὶ τὸ μὲν σῶμα αὐτῆς τὸ πανύμνητον οὐδαμῶς εὑρέθη, μόνα δὲ αὐτῆς τὰ ἐντάφια κείμενα εὑρόντες καὶ τῆς ἐξ αὐτῶν ἀφάτου εὐωδίας ἐμφορηθέντες, ἠσφαλίσαντο τὴν σορὸν καὶ μυστηρίου τὸ θαῦμα ἐκπλαγέντες, τοῦτο μόνον εἶχον λογίζεσθαι, ὅτι ὥσπερ ὁ εὐδοκήσας κατ᾿ ἰδίαν ὑπόστασιν σαρκωθῆναι καὶ γεννηθῆναι σαρκί, Θεὸς Λόγος ὢν καὶ Κύριος τῆς δόξης, καὶ μετὰ τόκον τὴν αὐτῆς παρθενίαν διαφυλάξας, αὐτὸς ηὐδόκησε μετὰ τὴν ἐντεῦθεν ἀποβίωσιν τὸ ταύτης ἄχραντον σῶμα τῇ ἀφθαρσίᾳ καὶ μεταθέσει τιμῆσαι πρὸ τῆς κοινῆς καὶ καθολικῆς ἀναστάσεως».
Ἡ Πουλχερία ἀκούσασα τοῦτο, ἐζήτησεν ἀπὸ τὸν Πατριάρχην Ἰουβενάλιον νὰ τῆς στείλῃ τὰς σινδόνας ὅπου ἔμειναν εἰς τὸ μνῆμα, καὶ τὰ ἱμάτια τῆς Θεοτόκου, τὰ ὁποῖα κατέθεσε εἰς τὸν ἐν Βλαχέρναις οἰκοδομηθέντα ναόν.